Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.1 Dem. 20.5 (English) >>Dem. 20.8

20.3ἀλλὰ νὴ Διʼ ἐκεῖνʼ ἂν ἴσως εἴποι πρὸς ταῦτα, ὅτι διὰ τὸ ῥᾳδίως ἐξαπατᾶσθαι τὸν δῆμον, διὰ τοῦθʼ οὕτως ἔθηκε τὸν νόμον. τί οὖν κωλύει πάντʼ ἀφῃρῆσθαι καὶ ὅλως τὴν πολιτείαν ὑμᾶς κατὰ τοῦτον τὸν λόγον; οὐ γὰρ ἔστʼ ἐφʼ ὅτου τοῦτʼ οὐ πεπόνθατε τῶν πάντων, ἀλλὰ καὶ ψηφίσματα πολλὰ πολλάκις ἐξαπατηθέντες κεχειροτονήκατε, καὶ συμμάχους ἤδη τινὰς ἥττους ἀντὶ κρειττόνων ἐπείσθηθʼ ἑλέσθαι, καὶ ὅλως ἐν οἶμαι πολλοῖς οἷς πράττετε καὶ τοιοῦτόν τι συμβαίνειν ἀνάγκη. 20.4ἆρʼ οὖν θησόμεθα νόμον διὰ ταῦταμηδὲ τὸ λοιπὸν ἐξεῖναι τῇ βουλῇ μηδὲ τῷ δήμῳ μήτε προβουλεύειν μήτε χειροτονεῖν μηδέν;” ἐγὼ μὲν οὐκ οἶμαι· οὐ γάρ ἐσμεν ἀφαιρεθῆναι δίκαιοι περὶ ὧν ἂν ἐξαπατηθῶμεν, ἀλλὰ διδαχθῆναι πῶς τοῦτο μὴ πεισόμεθα, καὶ θέσθαι νόμον οὐχ ὃς ἀφαιρήσεται τὸ κυρίους ἡμᾶς εἶναι, ἀλλὰ διʼ οὗ τὸν ἐξαπατῶντα τιμωρησόμεθα.

20.5εἰ τοίνυν τις ἐάσας ταῦτʼ αὐτὸ καθʼ αὕτʼ ἐξετάσειεν, πότερόν ποτε λυσιτελέστερόν ἐστι κυρίους μὲν ὑμᾶς εἶναι τῆς δωρειᾶς, ἐξαπατηθέντας δέ τι καὶ φαύλῳ τινὶ δοῦναι, διὰ τοῦ παντελῶς ἀκύρους γενέσθαι μηδʼ ἂν ἄξιόν τινʼ εἰδῆτʼ ἐξεῖναι τιμῆσαι, εὕροιτʼ ἂν μᾶλλον ἐκεῖνο λυσιτελοῦν. διὰ τί; ὅτι ἐκ μὲν τοῦ πλείονας προσήκει τιμᾶν πολλοὺς εὖ ποιεῖν προκαλεῖσθʼ ὑμᾶς, ἐκ δὲ τοῦ μηδενὶ μηδέν, μηδʼ ἂν ἄξιος , διδόναι, πάντας ἀπείρξετε τοῦ φιλοτιμεῖσθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.1 Dem. 20.5 (English) >>Dem. 20.8

Powered by PhiloLogic